2021-03-19 or8r parask a nist · 2021. 2. 22. · Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι...

23
1 19 ΜΑΡΤΙΟΥ 2021 Παρασκευὴ τῆς Α´ Ἑβδομάδος τῶν Νηστειῶν ὁ Ὄρθρος  Καθαρὰ Παρασκευὴ Ἦχος βαρύς  ‐  19.03.2021 Χρυσάνθου καὶ Δαρείας  Εἰς τὸν Ὄρθρον.  ὁ ἱερεύς· «Εὐλογητὸς ὁ Θεός», «Βασιλεῦ οὐράνιε», ὁ Ἀναγνώστης· Τρισάγιον κ.τ.λ., «῞Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης· «Κύριε, ἐλέησον» (ιβ´), Δόξα, Καὶ νῦν, «Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ», ὁ ἱερεύς· «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ», ὁ δὲ Ἀναγνώστης·  τὸν Ἑξάψαλμον.  ὁ ἱερεύς· Τὰ εἰρηνικὰ καὶ ἡ ἐκφώνησις «῞Οτι πρέπει σοι».  ΤΡΙΑΔΙΚΑ  :   ὁ Χορός· εἰς ἦχον βαρὺν (τῆς ἑβδομάδος) τὸ Ἀλληλουάριον τετράκις μὲ τοὺς στίχους αὐτοῦ «Ἐκ νυκτὸς ὀρθρίζει» κ.λπ., ὡς ἐν τῷ Ὡρολογίῳ,  μεθ᾿ ὃ τοὺς ἐν τῷ τέλει τοῦ Τριῳδίου Τριαδικοὺς ὕμνους τοῦ βαρέως ἤχου (τῆς ἑβδομάδος). Ὁ ὑψίστῃ δυνάμει χερουβικῶς ἀνυμνούμενος, καὶ θεϊκῇ δόξῃ ἀγγελικῶς προσκυνούμενος, πρόσδεξαι καὶ ἡμᾶς τοὺς ἁμαρτωλούς, ἀναξίως τολμῶντας κραυγάζειν σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Δυνάμει  τοῦ Σταυροῦ σου σῶσον ἡμᾶς. Δόξα. Τῇ ἀπροσίτῳ Θεότητι, τῇ ἐν Μονάδι Τριάδι, τῶν Σεραφεὶμ τὸν Τρισάγιον ἀναπέμποντες αἶνον, μετὰ φόβου βοήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Πρεσβείαις (τοῦ ἁγίου τοῦ Ναοῦ) σῶσον ἡ‐ μᾶς. Καὶ νῦν. ς ὕπνον τὸν ὄκνον, ἀποθεμένη ψυχή, διόρθωσιν πρὸς ἔγερσιν, δεῖξον τῷ Κριτῇ, καὶ ἐν φόβῳ βόησον· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. ὁ ἱερεύς· μικρὰν συναπτήν. «῞Οτι σόν τὸ Κράτος».  ΚΑΘΙΣΜΑΤΑ :  ὁ Χορός· εἰς τὴν α´ στιχολογίαν, τὰ Κατανυκτικὰ τοῦ βαρἐως ἤχου (τῆς ἑβδομάδος) [ζήτει εἰς τὸ τέλος τοῦ Τριῳδίου].  Μετὰ τὴν α´ Στιχολογίαν Καθίσματα Σταυρώσιμα Ἦχος βαρύς. Πυρὸς φωτεινότερον, φλογὸς ἐναργέστερον, τὸ ξύλον ἀνέδειξας τὸ τοῦ Σταυροῦ σου, κατα‐ φλέγον ἁμαρτίας τῶν νοσούντων, καὶ φωτίζον τὰς καρδίας τῶν ὑμνούντων, τὴν ἑκούσιόν σου Σταύρωσιν, Χριστὲ ὁ Θεὸς δόξα σοι.  Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ὁ δεσπόζων τῶν ἀσωμάτων Δυνάμεων, καὶ γινώσκων τῆς ψυχῆς μου τὸ ῥάθυμον, τῷ Σταυρῷ σου σῶσόν με Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.  Δόξα. Καὶ νῦν.  Σταυροθεοτοκίον Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.  Εἰς τὴν β´ καὶ γ´ στιχολογίαν τὰ Καθίσματα τῆς ἡμέρας τοῦ Τριῳδίου (Παρασκευῆς α´ ἑβδομά‐ δος «Ὁ τοῖς πάθεσι τοῖς σοῖς», κ.λπ.). Μετὰ τὴν β´ Στιχολογίαν, τὰ παρόντα Καθίσματα.  Ἦχος β´. Ὁ εὐσχήμων Ἰωσήφ. Ὁ τοῖς Πάθεσι τοῖς σοῖς, πᾶσιν ἀπάθειαν διδούς, τὰ πάθη τῆς σαρκός μου, νεκρώσας τῷ Σταυρῷ, 

Upload: others

Post on 02-Apr-2021

3 views

Category:

Documents


0 download

TRANSCRIPT

  • 1

    19 ΜΑΡΤΙΟΥ 2021 Παρασκευὴ τῆς Α´ Ἑβδομάδος τῶν Νηστειῶν 

    ὁ Ὄρθρος  Καθαρὰ Παρασκευὴ Ἦχος βαρύς  ‐  19.03.2021 Χρυσάνθου καὶ Δαρείας 

     Εἰς τὸν Ὄρθρον.  ὁ ἱερεύς· «Εὐλογητὸς ὁ Θεός», «Βασιλεῦ οὐράνιε», ὁ Ἀναγνώστης· Τρισάγιον κ.τ.λ., «῞Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης· «Κύριε, ἐλέησον» (ιβ´), Δόξα, Καὶ νῦν, «Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ», ὁ ἱερεύς· «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ», ὁ δὲ Ἀναγνώστης·  τὸν Ἑξάψαλμον.  ὁ ἱερεύς· Τὰ εἰρηνικὰ καὶ ἡ ἐκφώνησις «῞Οτι πρέπει σοι».  ΤΡΙΑΔΙΚΑ  :  ὁ Χορός· εἰς ἦχον βαρὺν (τῆς ἑβδομάδος) τὸ Ἀλληλουάριον τετράκις μὲ τοὺς στίχους αὐτοῦ «Ἐκ νυκτὸς ὀρθρίζει» κ.λπ., ὡς ἐν τῷ Ὡρολογίῳ,  μεθ᾿ ὃ τοὺς ἐν τῷ τέλει τοῦ Τριῳδίου Τριαδικοὺς ὕμνους τοῦ βαρέως ἤχου (τῆς ἑβδομάδος). Ὁ  ὑψίστῃ  δυνάμει  χερουβικῶς  ἀνυμνούμενος,  καὶ  θεϊκῇ  δόξῃ  ἀγγελικῶς  προσκυνούμενος, πρόσδεξαι καὶ ἡμᾶς τοὺς ἁμαρτωλούς, ἀναξίως τολμῶντας κραυγάζειν σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Δυνάμει  τοῦ Σταυροῦ σου σῶσον ἡμᾶς. 

    Δόξα. Τῇ ἀπροσίτῳ Θεότητι, τῇ ἐν Μονάδι Τριάδι, τῶν Σεραφεὶμ τὸν Τρισάγιον ἀναπέμποντες αἶνον, μετὰ φόβου βοήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Πρεσβείαις (τοῦ ἁγίου τοῦ Ναοῦ) σῶσον ἡ‐μᾶς. 

    Καὶ νῦν. Ὡς ὕπνον τὸν ὄκνον, ἀποθεμένη ψυχή, διόρθωσιν πρὸς ἔγερσιν, δεῖξον τῷ Κριτῇ, καὶ ἐν φόβῳ βόησον· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. ὁ ἱερεύς· μικρὰν συναπτήν. «῞Οτι σόν τὸ Κράτος».  ΚΑΘΙΣΜΑΤΑ : ὁ Χορός· εἰς τὴν α´ στιχολογίαν, τὰ Κατανυκτικὰ τοῦ βαρἐως ἤχου (τῆς ἑβδομάδος) [ζήτει εἰς τὸ τέλος τοῦ Τριῳδίου].  

    Μετὰ τὴν α´ Στιχολογίαν Καθίσματα Σταυρώσιμα 

    Ἦχος βαρύς. Πυρὸς φωτεινότερον, φλογὸς ἐναργέστερον, τὸ ξύλον ἀνέδειξας τὸ τοῦ Σταυροῦ σου, κατα‐φλέγον ἁμαρτίας τῶν νοσούντων, καὶ φωτίζον τὰς καρδίας τῶν ὑμνούντων, τὴν ἑκούσιόν σου Σταύρωσιν, Χριστὲ ὁ Θεὸς δόξα σοι.  

    Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ὁ δεσπόζων τῶν ἀσωμάτων Δυνάμεων, καὶ γινώσκων τῆς ψυχῆς μου τὸ ῥάθυμον, τῷ Σταυρῷ σου σῶσόν με Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.  

    Δόξα. Καὶ νῦν.  Σταυροθεοτοκίον 

    Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.  

    Εἰς τὴν β´ καὶ γ´ στιχολογίαν τὰ Καθίσματα τῆς ἡμέρας τοῦ Τριῳδίου (Παρασκευῆς α´ ἑβδομά‐δος «Ὁ τοῖς πάθεσι τοῖς σοῖς», κ.λπ.). 

    Μετὰ τὴν β´ Στιχολογίαν, τὰ παρόντα Καθίσματα.  

    Ἦχος β´. Ὁ εὐσχήμων Ἰωσήφ. Ὁ τοῖς Πάθεσι τοῖς σοῖς, πᾶσιν ἀπάθειαν διδούς, τὰ πάθη τῆς σαρκός μου, νεκρώσας τῷ Σταυρῷ, 

  • 2

    τῷ θείῳ, καταξίωσον, ἰδεῖν καὶ τὴν σεπτήν, Ἀνάστασίν σου Κύριε, ἵνα λάβωμεν πλουσίως τὸ μέ‐γα ἔλεος. 

    Δόξα. τὸ αὐτό. Καὶ νῦν. Σταυροθεοτοκίον. 

    Τῷ τιμίῳ Σταυρῷ τοῦ Υἱοῦ σου, φυλαττόμενοι Δέσποινα, ἁγνὴ Θεοτόκε, πᾶσαν προσβολὴν τοῦ πολεμήτορος, ἅπαντες ῥᾳδίως ἐκτρεπόμεθα· διὸ κατὰ χρέος σὲ ἀεὶ μακαρίζομεν, ὡς Μητέρα τοῦ Θεοῦ, καὶ μόνην ἐλπίδα τῶν ψυχῶν ἡμῶν. 

    Μετὰ τὴν γ´ Στιχολογίαν Καθίσματα.  τοῦ κυρίου Θεοδώρου 

    Ἦχος β´. Εὐσπλαγχνίας ὑπάρχουσα. Τῆς ἁγνείας ὑπάρχων ἡ πηγή, τῇ νηστείᾳ συντήρησον ἡμᾶς Ἐλεῆμον· βλέψον εἰς ἡμᾶς τοὺς σοὶ προσπίπτοντας·  πρόσχες  τῇ  ἐπάρσει  τῶν  χειρῶν  ἡμῶν,  ὁ  τείνας  τὰς  παλάμας  σου,  ἐν  ξύλῳ σταυρούμενος, ὑπὲρ πάντων γηγενῶν ὁ τῶν Ἀσωμάτων μόνος Κύριος. 

    Δόξα. τὸ αὐτό. Καὶ νῦν. Σταυροθεοτοκίον. 

    Ἡ Παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσα σε νεκρὸν ἡπλωμένον, κλαίουσα πικρῶς, Υἱέ μου ἔλεγε, τί τὸ φοβερὸν τοῦτο μυστήριον; ὁ πᾶσι δωρούμενος, ζωὴν τὴν αἰώνιον, ἑκουσίως ἐν Σταυρῷ, πῶς θνῄσκεις θάνατον, ἐπονείδιστον; 

    ὁ Ν´ Ψαλμὸς χῦμα, 

    ὁ ἱερεύς· «Σῶσον, ὁ Θεός», «Κύριε, ἐλέησον» (ιβ´) καὶ ἡ ἐκφώνησις «Ἐλέει καὶ οἰκτιρμοῖς».  ΑΙ  ῼΔΑΙ : Ἐν συνεχείᾳ στιχολογοῦνται αἱ ἐννέα βιβλικαὶ ᾨδαὶ κατὰ τὴν τάξιν αὐτῶν. 

    Σήμερον θὰ διαβασθῇ ὁλόκληρος ἡ ε´ ᾨδή.   

    ΚΑΝΟΝΕΣ : Εἶτα ἀναγινώσκονται οἱ Κανόνες  ὡς ἑξῆς· εἰς ὅσας ᾠδὰς ὑπάρχουν τριῴδια προηγεῖται ὁ κανὼν τοῦ Μηναίου μετὰ τῶν εἱρμῶν αὐτοῦ καὶ ἕπονται τὰ 

    Τριῴδια,  εἰς δὲ τὰς λοιπὰς ᾠδὰς μόνον ὁ κανὼν τοῦ Μηναίου.  

    Εἰς τὸ τέλος τῆς γ´ ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου ψάλλεται πάλιν ὁ εἱρμὸς αὐτῆς (ἐννοεῖται ὅτι, ἂν μετὰ τὸ Μη‐ναῖον ἀνεγνώσθησαν τριῴδια, τότε ψάλλεται ὁ εἱρμὸς τοῦ β´ τριῳδίου),  

    ὁ Κανὼν τῶν Ἁγίων,  οὗ ἡ Ἀκροστιχίς· Σὲ τὸ χρυσαυγὲς Μαρτύρων ἄνθος σέβω. Ἰωσήφ. 

    ᾨδὴ α´.  Ἦχος δ´. Ὁ Εἱρμός. 

    «Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύ‐ποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».  

    Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Στεφάνῳ, ὑπὲρ χρυσὸν ἐκλάμποντι, Μάρτυς κοσμούμενος, καὶ μαρτυρίου λάμπων καλλοναῖς, τῷ Δεσπότῃ παρίστασαι, ὑπὲρ ἡμῶν δεόμενος, τῶν σε τιμώντων ἀξιάγαστε.  

    Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἐτρώθης, τῷ γλυκυτάτῳ ἔρωτι, Μάρτυς τοῦ κτίσαντος, καὶ τὰ τερπνὰ τοῦ βίου παριδών, τὴν ῥοπὴν ὅλην δέδωκας, τῆς σῆς καρδίας Χρύσανθε, τῷ ποθουμένῳ προθυμότατα.  

    Δόξα.  Τῇ πίστει, θωρακισθεὶς κατέβαλες, τὸν πολυμήχανον, σοὶ προσβαλόντα Μάρτυς γυναικός, ἡδονῆς δελεάσματι, καὶ τῆς ἁγνείας τίμιον, Χρύσανθε σκεῦος ἐχρημάτισας. 

  • 3

    Καὶ νῦν.  Θεοτοκίον 

    Ὁ φύσει, τῇ θεϊκῇ ἀπρόσιτος, προσιτὸς ὤφθη μοι, ἐκ σοῦ Παρθένε σάρκα προσλαβών· ὃν Δαρεία ποθήσασα, καρτερικῶς συνήθλησε, καὶ νυμφικῶς αὐτῷ προσήνεκται. 

     ᾨδὴ γ´.  

    Ἦχος δ´. Ὁ Εἱρμός. «Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα». 

    Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Χρυσίον δοκιμασθέν, τῇ τῶν κολάσεων πυρᾷ πέφηνας, βασιλικῶν Χρύσανθε, φέρων παθημά‐των ἐκσφράγισμα.  

    Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ῥητόρων καταλιπών, ἀδολεσχίαν ταῖς πλοκαῖς ἤγρευσαι, τῶν μαθητῶν Χρύσανθε, τοῦ περι‐φανῶς σε σοφίσαντος.  

    Δόξα.  Ὑπείκεις τῷ ἐραστῇ, νυμφαγωγοῦντί σε Χριστῷ Πάνσοφε, διὰ σεπτῆς πίστεως, ἔρωτα σαρκὸς καταλείψασα. 

    Καὶ νῦν.  Θεοτοκίον 

    Σαρκὶ τεχθεὶς ἐκ γαστρός, σοῦ τῆς Παρθένου Ἰησοῦς Ἄχραντε, Νύμφην ἁγνὴν Μάρτυρα, ἑαυτῷ Δαρείαν μνηστεύεται. 

    Καταβασία. Ἦχος δ´.  «Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα». ὁ ἱερεύς· αἴτησιν καὶ ἐκφώνησιν· «῞Οτι σὺ εἶ ὁ Θεὸς ἡμῶν»  

    τὸ Μεσῴδιον Κάθισμα τοῦ Μηναίου μετὰ τοῦ Θεοτοκίου 

    Μεσῴδιον Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα. 

    Τὸ ὡραιότατον κάλλος ἐπόθησας καὶ τὰ ὁρώμενα κάλλη παρέδραμες, καὶ προσηγάγω τῷ Χρι‐στῷ, χρυσέοις Μάρτυς λόγοις σου, Χρύσανθε μακάριε, τὴν Δαρείαν τὴν ἔνδοξον, ᾄθλους διανύ‐σασαν, καὶ τυράννους αἰσχύνασαν· μεθ᾿ ἧς ἡμῶν μνημόνευε πάντων, τῶν πίστει τελούντων τὴν μνήμην ὑμῶν. 

    Δόξα. Καὶ νῦν.  Σταυροθεοτοκίον 

    Τὸν ἐπονείδιστον Οἰκτίρμον θάνατον, διὰ σταυρώσεως ἑκὼν ὑπέμεινας· ὃν ἡ τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο, Οἴμοι τέκνον! ἔλεγε, τί τὸ ξένον μυστήριον; Ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, οἰκτείρησον καὶ σῶσον τὸν κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν. 

    Συνεχίζεται ἡ Ἀνάγνωσις τῶν Κανόνων.  Εἰς τὴ ε´ ᾠδὴν προηγεῖται ὁ Κανὼν τοῦ Τριῳδίου καὶ ἕπεται ὁ τοῦ Μηναίου. 

    Εἰς τὸ τέλος τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου ψάλλεται πάλιν ὁ εἱρμὸς αὐτῆς, ὁ ἱερεύς·  αἴτησιν καὶ ἐκφώνησιν· «Σύ γὰρ εἶ ὁ βασιλεύς».   

    Εἶτα ἀντὶ Κοντακίου, τὸ ἐνδιάτακτον Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου (βαρέως) τῆς Ἑβδομάδος [τὸ τυχὸν Κοντάκιον τοῦ Μηναίου καταλιμπάνεται] 

  • 4

    Οἱ Μάρτυρές σου Κύριε,  τὸν ἐχθρὸν ἐτροπώσαντο, καὶ τὴν πλάνην τῶν εἰδώλων κατῄσχυναν, καθωπλισάμενοι  τοῦ  Σταυροῦ  τὴν  δύναμιν,  διὸ  καὶ  σὺν  Ἀγγέλοις  ἀνυμνοῦντες  κραυγάζουσι, τὸν ἐπινίκιον ὕμνον, δοξολογοῦντές σε Χριστέ, δι᾿ αὐτῶν σε δυσωποῦμεν· Σῶσον ἡμᾶς.  

    καὶ τὸ Συναξάριον. Τῇ ΙΘ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἁγίων ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων καὶ ἀσυνδυάστων συζύγων Χρυσάνθου καὶ Δαρείας. 

    Στίχοι Ζῶσι Χρύσανθος καὶ Δαρεία ἐν πόλῳ, Κἄν ἐκπνέωσι, ζῶντες εἰσδύντες βόθρῳ. 

    Χῶσαν συζυγίην δεκάτῃ ἐνάτῃ ὁμόλεκτρον. 

    Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἔνδοξος τοῦ Χριστοῦ Μάρτυς Κλαύδιος ὁ Τριβοῦνος, ἐν θαλάσσῃ βλη‐θείς, τελειοῦται. 

    Στίχοι Φυγὼν θάλασσαν Κλαύδιος, τὴν τῆς πλάνης, Ἔνδον θαλάσσης βάλλεται παρὰ πλάνων. 

    Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἱλαρία, ἡ τοῦ Κλαυδίου σύζυγος, ξίφει τελειοῦται. Στίχοι 

    Ἱλαρία τμηθεῖσα τὴν κάραν ξίφει, Θεοῦ πρόσωπον ἱλαρώτατα βλέπει. 

    Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι μάρτυρες, Ἰάσων καὶ Μαῦρος, οἱ υἱοὶ αὐτῶν, ξίφει τελειοῦνται. Στίχοι 

    Σὺν αὐταδέλφῳ τέμνεται Μαύρῳ κάραν, Ἀδελφὰ τούτῳ συμφρονήσας Ἰάσων. 

    Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Παγχαρίου. Στίχοι 

    Ὁ Παγχάριος πᾶσαν ἦν πλουτῶν χάριν, Ὃν πρὸς τομὴν ἤλειψεν ἡ Θεοῦ χάρις. 

    Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Διόδωρος πρεσβύτερος καὶ Μαριανὸς διάκονος, σπηλαίῳ ἐγκλεισθέντες, τελειοῦνται. 

    Στίχοι Ὡς βῆμα τὸ σπήλαιον· ἔνδον γὰρ φέρει, Θύτην τε Χριστοῦ, καὶ σὺν αὐτῷ Λευΐτην. 

    Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Νεομάρτυς Ἅγιος Δημήτριος ὁ Τορναρᾶς, ξίφει τελειοῦται, ἐν ἔτει 1564ῳ. Στίχοι 

    Δημήτριος δοὺς τὴν κεφαλὴν λαμβάνει, Στέφη ἄπειρα χειρὸς ἐκ τοῦ Κυρίου. 

    Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἰννοκεντίου τῆς Κομέλ, τῆς ἐν Ῥωσσίᾳ. Στίχοι 

    Τὸν νοῦν εἰς νῆψιν Ἰννοκέντιος κλείσας, Ἤνοιξε θύρας τῆς ἐντὸς βασιλείας. 

    Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. [ἐν τῇ η´ ᾠδῇ πρὸ τοῦ Τριαδικοῦ, ἀντὶ τοῦ Δόξα, λέγομεν «Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὸν Κύριον»] [Εἰς ἀρκετὰς Ἐνορίας παραλείπουν τὴν ἀνάγνωσιν τῶν Ὠιδῶν ζ´, η´, θ´, ὡς καθ᾿ ὅλον τὸν ἐνιαυτόν] 

    Εἰς τὸ «Αἰνοῦμεν, εὐλογοῦμεν» ὁ εἱρμὸς τῆς η´ ᾠδῆς τοῦ β´ Τριῳδίου,  Καταβασία 

    Ἦχος β´. Ὁ Εἱρμός. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸ Κύριον. 

  • 5

    «Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει, προτυπώσαντα ποτέ, ὑμνεῖ‐τε εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».  

    ὁ ἱερεύς· «Τὴν Θεοτόκον καὶ μητέρα»  ὁ Χορός· στιχολογεῖ «Τὴν τιμιωτέραν»·  εἶτα ὁ εἱρμὸς τῆς θ´ ᾠδῆς τοῦ β´ Τριῳδίου  

    Ἦχος β´. Ὁ Εἱρμός. «Τὴν ἁγνὴν καὶ ἄχραντον, Μητέρα καὶ Παρθένον, ᾠδαῖς ᾀσμάτων ἅπαντες οἱ πιστοί, ὡς Θεο‐τόκόν μεγαλύνομεν». καὶ τὸ «῎Αξιον ἐστίν».  ὁ ἱερεύς· Αἴτησιν, καὶ ἐκφώνησιν· «῞Οτι σέ αἰνοῦσι». 

    ΦΩΤΑΓΩΓΙΚΟΝ :   ψάλλεται (ἐκ τρίτου) τὸ τοῦ ἤχου τῆς ἑβδομάδος ἀντὶ Ἐξαποστειλαρίου.  Φωταγωγικὸν τοῦ βαρέως Ἤχου. 

    Δυνάμει, Κύριε, τοῦ Σταυροῦ σου, φῶς κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, διὰ τὸ μέγα σου ἔλεος. 

    Πρεσβείαις, Κύριε, (τοῦ ἁγίου τοῦ Ναοῦ), φῶς κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, διὰ τὸ μέγα σου ἔλεος. 

    Πρεσβείαις, Κύριε, τῆς Θεοτόκου, φῶς κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, διὰ τὸ μέγα σου ἔλεος.  [ψαλμοὶ τῶν Αἴνων καὶ Στιχηρὰ Αἴνων δὲν ψάλλονται]  ὁ ἱερεύς· «Σοί δόξα πρέπει» καὶ ὁ Ἀναγνώστης· τὴν Δοξολογίαν (χῦμα).  ὁ ἱερεύς· «Πληρώσωμεν τὴν ἑωθινὴν» κ.τ.λ, Κεφαλοκλισία, ὡς συνήθως. «Σὸν γάρ ἐστι τὸ ἐλεεῖν».  ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ΤΩΝ ΑΙΝΩΝ:  ὁ Χορός· τὸ Ἰδιόμελον τοῦ Τριῳδίου «Τὸ τῆς Νηστείας διάγγελμα» (δίς)  καὶ τὸ Μαρτυρικὸν «Τί ὑμᾶς καλέσωμεν Ἅγιοι» (ἅπαξ) εἰς τοὺς οἰκείους στίχους,  Δόξα. Καὶ νῦν, Θεοτοκίον «Ὡς ἔβλεψέ σε σταυρούμενον». 

    Ἀπόστιχα τῶν Αἴνων. Ἦχος πλ. δ´. 

    Τὸ τῆς Νηστείας διάγγελμα, περιχαρῶς ὑποδεξώμεθα· εἰ γὰρ ταύτην ὁ Προπάτωρ διεφυλάξατο, τὴν τῆς Ἐδὲμ ἔκπτωσιν οὐκ ἂν ὑπέστημεν· ὡραῖος ἦν εἰς ὅρασιν, καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θα‐νατώσας καρπός· μὴ συναρπασθῶμεν τοῖς βλεφάροις, μηδὲ γλυκανθήτω ἡμῶν ὁ φάρυγξ,  τοῖς τιμωμένοις βρώμασι, μετὰ δὲ τὴν μετάληψιν ἀτιμαζομένοις· φύγωμεν τὴν ἀκρασίαν, καὶ τοῖς με‐τὰ κόρον πάθεσιν,  οὐχ ὑποβληθῶμεν·  ἐνσημανθῶμεν  τῷ αἵματι,  τοῦ ὑπὲρ ἡμῶν ἀχθέντος  εἰς θάνατον ἑκουσίως, καὶ οὐ μὴ θίγῃ ἡμῶν ὁ ὀλοθρευτής, καὶ φάγοιμεν Πάσχα, Χριστοῦ τὸ ἱερώ‐τατον, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. 

    Στίχ. α´. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ᾿ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδο‐μεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.  Τὸ τῆς Νηστείας διάγγελμα, .. 

    Μαρτυρικόν 

    Στίχ. β´. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ᾿ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ᾿ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.  Τί ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός. Σεραφίμ; ὅτι ἀπαύστως ἐ‐δοξάσατε αὐτόν. Ἀγγέλους;  τὸ γὰρ σῶμα ἀπεστράφητε. Δυνάμεις;  ἐνεργεῖτε  ἐν  τοῖς θαύμασι. Πολλὰ  ὑμῶν  τὰ  ὀνόματα,  καὶ  μείζονα  τὰ  χαρίσματα·  πρεσβεύσατε,  τοῦ  σωθῆναι  τὰς  ψυχὰς ἡμῶν. 

    Δόξα. Καὶ νῦν.  Σταυροθεοτοκίον 

  • 6

    Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος. Ὡς ἔβλεψέ σε σταυρούμενον, ἐν τῷ Κρανίῳ Σωτήρ, ἠλλοιοῦτο ἡ σύμπασα, Κτίσις καὶ συνείχετο, δονουμένη μὴ φέρουσα· ἡ δὲ Παρθένος, ἁγνὴ καὶ Μήτηρ σου, ὀδυρομένη, σοὶ ἀνεβόησεν· Οἴμοι ὦ τέκνον μου, Σῶτέρ μου γλυκύτατε! τί τὸ καινόν, τοῦτο καὶ παράδοξον, καὶ ξένον θέαμα; 

    ὁ ἱερεύς·  «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι»,  ὁ Ἀναγνώστης· Τρισάγιον κ.λπ.,  Αὖθις, τὸ  Ἀπολυτίκιον χῦμα   ὁ Ἀναγνώστης· «Ἐν τῷ ναῷ ἑστῶτες», «Κύριε, ἐλέησον» (μ´), Δόξα. Καὶ νῦν. «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου»·  ὁ ἱερεύς· «Ὁ ὢν εὐλογητός»,  ὁ Προεστώς· «Ἐπουράνιε βασιλεῦ», αἱ τρεῖς μεγάλαι μετάνοιαι μετὰ τῆς Εὐχῆς τοῦ Ὁσ. Ἐφραὶμ «Κύριε καὶ δέσποτα τῆς ζωῆς μου».   Καὶ εὐθὺς ἐπισυνάπτονται αἱ Ὧραι.  ΑΙ  ΩΡΑΙ : ἀρχόμεναι πᾶσαι μετὰ τοῦ «Δεῦτε προσκυνήσωμεν» γ´, κατὰ τὴν τάξιν τοῦ Τριῳδίου καὶ τοῦ Ὡρολογίου  [ἐν ταῖς ἐνορίαις μετὰ τὴν εὐχὴν τοῦ ἁγίου Ἐφραὶμ παραλείπεται τὸ τρισάγιον, καὶ λέγεται εὐθὺς ἡ Εὐχὴ ἑκάστης Ὥρας]  Εἰς τὴν Θ´ ὥραν, μετὰ τὸ Τρισάγιον καὶ τὰ μετ᾿ αὐτὸ τροπάρια «Βλέπων ὁ λῃστὴς» κ.λπ., τὸ «Κύ‐ριε, ἐλέησον» (μ´), Δόξα. Καὶ νῦν. «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου»,  ὁ ἱερεύς· «Δι᾿ εὐχῶν» ὁ Προεστώς· «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι. οἱ Χοροί· εἰς ἦχον πλ. δ´ τοὺς Μακαρισμοὺς μετ᾿ ἐφυμνίου εἰς ἕκαστον στίχον τὸ «Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», κατὰ τὴν ἐν τῷ Τριῳδίῳ καὶ Ὡρολογίῳ τάξιν.  Εἶτα ὁ Ἀναγνώστης· τὰ τροπάρια «Χορὸς ὁ ἐπουράνιος» κ.λπ., Καὶ νῦν.  ὁ Προεστώς· «Πιστεύω εἰς ἕνα Θεόν», καὶ τὸ «Ἄνες, ἄφες, συγχώρησον».  τὸ «Πάτερ ἡμῶν», ὁ ἱερεύς· «῞Οτι σοῦ ἐστί»,  ὁ Ἀναγνώστης· τὰ Κοντάκια «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης»,  τὸ τῆς ἡμέρας τῆς ἑβδομάδος (βλέπε αὐτὸ εἰς τὴν Ἀκολουθίαν τῶν τυπικῶν),  ἤτοι· 

    Κοντάκιον τοῦ Σταυροῦ. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρη‐σαι, Χριστὲ ὁ Θεός· Εὔφρανον ἐν τῇ δυνάμει σου,  τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. 

    τοῦ ἁγίου τοῦ Ναοῦ,  τὸ ἐνδιάτακτον μαρτυρικόν (τὸ ὁποῖον ἀνεγνώσθη καὶ μετὰ τὴν Ϛ´ ᾠδὴν τῶν κανόνων), ἤτοι· 

    τὸ Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου (βαρέως) τῆς Ἑβδομάδος 

    Οἱ Μάρτυρές σου Κύριε,  τὸν ἐχθρὸν ἐτροπώσαντο, καὶ τὴν πλάνην τῶν εἰδώλων κατῄσχυναν, καθωπλισάμενοι  τοῦ  Σταυροῦ  τὴν  δύναμιν,  διὸ  καὶ  σὺν  Ἀγγέλοις  ἀνυμνοῦντες  κραυγάζουσι, τὸν ἐπινίκιον ὕμνον, δοξολογοῦντές σε Χριστέ, δι᾿ αὐτῶν σε δυσωποῦμεν· Σῶσον ἡμᾶς.  

    Δόξα, τὸ νεκρώσιμον «Μετὰ τῶν ἁγίων», Καὶ νῦν, Θεοτοκίον «Προστασία»,  «Κύριε, ἐλέησον» (μ´), «Ὁ ἐν παντὶ καιρῷ», «Κύριε, ἐλέησον» (γ´), Δόξα, Καὶ νῦν, «Τὴν τιμιω‐τέραν», «Ἐν ὀνόματι Κυρίου»,  ὁ ἱερεύς·  «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς».  ὁ Προεστώς· «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι,   μεθ᾿ ἃς ἄρχεται  

  • 7

    Ἑσπερινὸς τῆς 7αη Μαρτίου καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων  20.03.2021 

    Μνήμη τοῦ διὰ Κολλύβων θαύματος Μεγαλομάρτυρος Θεοδώρου   

    Α´ Ὥρα Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. 

    Ψαλμὸς ε´. Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου·   Ὅτι πρὸς σέ προσεύξομαι, Κύριε· τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψει με·   Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ.   Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν·  ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος·  Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος.   Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.   Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου.   Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν.   Κρῖνον αὐτούς, ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσε‐βειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε.   Καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς,  Καὶ καυχήσονται ἐν σοί πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου.   Ὅτι σύ εὐλογήσεις δίκαιον· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. 

    Ψαλμὸς πθ´. Kύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.    Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σύ εἶ.   Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν καὶ εἶπας· Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων.   Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθε καὶ φυλακὴ ἐν νυκτί.   Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται, τὸ πρωῒ ὡσεὶ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη.   Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.   Ἔθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.   Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν.  Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων·   Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος·   Ὅτι ἐπῆλθε πρᾳότης ἐφ᾿ἡμᾶς, καὶ παιδευθησόμεθα.   Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι;  Τὴν δεξιάν σου οὕτω γνώρισόν μοι, καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ.   

  • 8

    Ἐπίστρεψον, Κύριε· ἕως πότε;  καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου.   Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν· ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ᾿ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά.   Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου, καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.  Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ᾿ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυ‐νον ἐφ᾿ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.   

    Ψαλμὸς ρ´. Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με;  Διε‐πορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου.   Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ποιοῦντας παραβάσεις ἐμίσησα.   Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ᾿ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον.   Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον·   Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον.   Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ᾿ἐμοῦ·   Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ οὗτός μοι ἐλειτούργει.   Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν·  λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου.   Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.    Δόξα. Καὶ νῦν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι, ὁ Θεός. (τρίς) Κύριε, ἐλέησον. (τρίς) 

    Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. καὶ ψάλλομεν μετὰ τῶν Στίχων  

    Ἦχος πλ. β´. Τὸ πρωῒ εἰσάκουσον τῆς φωνῆς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. 

    Στίχ. Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου.  Τὸ πρωῒ εἰσάκουσον τῆς φωνῆς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. 

    Στίχ. Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε·  τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου.  Τὸ πρωῒ εἰσάκουσον τῆς φωνῆς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. 

    Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν. Τί σε καλέσωμεν, ὦ Κεχαριτωμένη; Οὐρανόν·  ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης.  Παράδεισον· ὅτι ἐβλάστησας τὸ ἄνθος τῆς ἀφθαρσίας.  Παρθένον· ὅτι ἔμεινας ἄφθορος.  Ἁγνὴν Μητέρα·  ὅτι ἔσχες σαῖς ἁγίαις ἀγκάλαις Υἱὸν τὸν πάντων Θεόν·  αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

    καὶ εὐθὺς ψάλλομεν  Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.  (δίς) Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. (δίς) Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. (δίς) Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. (τρίς) αὖθις δὲ χῦμα: Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

  • 9

    Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.                          Κύριε, ἐλέησον. (τρίς) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 

    ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοὺ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ὁ Ἀναγνώστης· Ἀμήν. 

    τῇ Τετάρτῃ καὶ Παρασκευῇ, λέγομεν τὸ Τροπάριον· Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς ἐχθροῖς βλασφημοῦσί σε καὶ ἀπειλοῦσιν ἡμῖν, Χρι‐στὲ ὁ Θεὸς ἡμῶν· ἄνελε τῷ Σταυρῷ σου τοὺς ἡμᾶς πολεμοῦντας· γνώτωσαν πῶς ἰσχύει ὀρθο‐δόξων ἡ πίστις· πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. Κύριε, ἐλέησον (μ´) καὶ τὴν εὐχὴν ταύτην· Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χρι‐στὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγα‐θῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχι‐σον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, κατα‐ντήσωμεν εἰς τὴν ἑνότητα τῆς Πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον. (γ´) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ. ὁ Ἱερεύς· Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς, καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐλεῆσαι ἡμᾶς. Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας. Ἐπισυνάπτοντες καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ· Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς. Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ. Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς·  Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Αὖθις ὁ Προεστὼς ἢ ὁ Ἱερεύς, τὴν ἑπομένην Εὐχήν· Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κό‐σμον, σημειωθήτω ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς τὸ ἀπρόσι‐τον· καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου· πρεσβείαις τῆς πα‐ναχράντου σου Μητρός, καὶ πάντων σου τῶν ἁγίων.  

    ὁ Ἀναγνώστης· Ἀμήν.  Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ... 

  • 10

    Καὶ εὐθὺς ἀρχόμεθα τῆς Τρίτης Ὥρας.  

    Γ´ Ὥρα Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. 

    Ψαλμὸς ιϚ´. Εἰσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου, ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις.   Ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας.   Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.  Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.   Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου.   Ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός· κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου.   Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σέ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου.  Φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με.   Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον· τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλη‐σεν ὑπερηφανίαν.   Ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ.  Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.   Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς·   Ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου.   Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν. Καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν·   Ἐχορτάσθησαν ὑείων, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.   Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου· χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου. 

    Ψαλμὸς κδ´. Πρὸς σέ, Κύριε, ᾖρα τὴν ψυχήν μου. Ὁ Θεός μου, ἐπὶ σοί πέποιθα·   Μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου.   Καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν·   Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς.   Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με.   Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σύ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σέ ὑπέμει‐να ὅλην τὴν ἡμέραν.   Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν.   Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς·  Κατὰ τὸ ἔλεός σου μνήσθητί μου σύ ἕνεκεν τῆς χρηστότητός σου, Κύριε.   Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.   Ὁδηγήσει πρᾳεῖς ἐν κρίσει, διδάξει πρᾳεῖς ὁδοὺς αὐτοῦ.   Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ.   Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσθητι τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστι.   Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; Νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο.   

  • 11

    Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.   Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς.   Οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.  Ἐπίβλεψον ἐπ᾿ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.   Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.   Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.   Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με.   Φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ.   Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε.   Λύτρωσαι, ὁ Θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.              

    Ψαλμὸς ν´. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.   Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.   Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.   Σοί μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.   Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.   Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.   Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.  Ἀκου‐τιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.   Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.  Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.  Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ἐμοῦ.  Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με.   Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.   Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου·  ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαι‐οσύνην σου.   Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.   Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.   Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.   Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.   Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.   Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. Καὶ νῦν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι, ὁ Θεός. (τρίς) Κύριε, ἐλέησον. (τρίς) 

    Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. καὶ ψάλλομεν μετὰ τῶν Στίχων  

    Ἦχος πλ. β´. Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὥρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο, Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ᾿ἡμῶν, ἀλλ᾿ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου. 

    Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.  Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὥρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο, Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ᾿ ἡμῶν, ἀλλ᾿ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου. 

  • 12

    Στίχ. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ἐμοῦ. Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὥρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο, Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ᾿ἡμῶν, ἀλλ᾿ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου. 

    Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν. Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς.  Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ᾿ ἡμέραν· κατευοδῶσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.                           Κύριε, ἐλέησον. (τρίς) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 

    ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοὺ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ὁ Ἀναγνώστης· Ἀμήν. Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἀλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον καὶ δι᾿αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας.  Φιλάνθρωπε, δόξα σοι. 

    Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιᾶσαι τὰ πνεύματα ἡμῶν· μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσε‐σιν, ἀλλ᾿ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον, ὁ πανταχοῦ· ὥσπερ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτόν, Οἰκτίρμον, ἵνα συννημμένοι σοι ὑμνῶμεν καὶ δοξολογῶμεν τὸ Πανάγιόν σου Πνεῦμα. 

    Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν. Ἡ ἐλπὶς καὶ προστασία καὶ καταφυγὴ τῶν Χριστιανῶν, τὸ ἀκαταμάχητον τεῖχος, τῶν καταπο‐νουμένων ὁ λιμὴν ὁ ἀχείμαστος σὺ εἶ, Θεοτόκε ἄχραντε·  ἀλλ᾿ὡς τὸν κόσμον σῴζουσα τῇ ἀπαύστῳ πρεσβείᾳ σου, μνήσθητι καὶ ἡμῶν, Παρθένε πανύμνητε. Κύριε, ἐλέησον (μ´) καὶ τὴν εὐχὴν ταύτην· Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χρι‐στὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγα‐θῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχι‐σον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, κατα‐ντήσωμεν εἰς τὴν ἑνότητα τῆς Πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον. (γ´) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

  • 13

    Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ. ὁ Ἱερεύς· Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς, καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐλεῆσαι ἡμᾶς. Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας. Ἐπισυνάπτοντες καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ· Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς. Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ. Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς·  Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Αὖθις ὁ Προεστὼς ἢ ὁ Ἱερεύς, τὴν ἑπομένην Εὐχήν· Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε Υἱὲ Moνογενὲς Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν· καὶ οἷς ἐπίστασαι κρίμασι σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.   

    ὁ Ἀναγνώστης· Ἀμήν.  Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ... Καὶ εὐθὺς ἀρχόμεθα τῆς Ἕκτης Ὥρας. 

     Ϛ´ Ὥρα 

    Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. 

    Ψαλμὸς νγ´. Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.   Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.   Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ᾿ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν.   Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου.  Ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.  Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν·   Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. 

    Ψαλμὸς νδ´. Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου, πρόσχες μοι καὶ εἰσάκουσόν μου.   Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν ἐπ᾿ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.   Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ᾿ἐμέ·   Φόβος καὶ τρόμος ἦλθεν ἐπ᾿ἐμέ, καὶ ἐκάλυψέ με σκότος.   Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι καὶ καταπαύσω;   Ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ.   Προσεδεχόμην τὸν Θεὸν τὸν σῴζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος.   Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.   

  • 14

    Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς·   Ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος.   Ὅτι εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν ἐπ᾿ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ᾿αὐτοῦ.   Σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου,  Ὅς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου ἐπορεύθημεν ἐν ὁμονοίᾳ.  Ἐλθέτω δὴ θάνατος ἐπ᾿ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες,  Ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν, ἐν μέσῳ αὐτῶν.   Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου.   Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου.  Λυτρώσεται ἐν εἰρήνῃ τῆν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί.  Εἰσακούσεται ὁ Θεός, καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.  Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, ὅτι οὐκ ἐφοβήθησαν τὸν Θεόν.   Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀνταποδιδόναι.   Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ·  διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ.  Καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν· ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.   Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει.   Οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ.   Σύ δέ, ὁ Θεός, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς·   Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν. Ἐγὼ δέ, Κύριε, ἐλπιῶ ἐπὶ σέ. 

    Ψαλμὸς Ϟ´. Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.   Ἐρεῖ τῷ Κυρίῳ· ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾿αὐτόν,  Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους.   Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς·   Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.   Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.   Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ.   Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.   Ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου· τὸν Ὕψιστον ἔθου καταφυγήν σου.   Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Ὅτι τοῖς Ἀγγελοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.   Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου·   Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.   Ὅτι ἐπ᾿ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου.   Κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ· μετ᾿αὐτοῦ εἰμι ἐν θλίψει. Ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν.   Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.        Δόξα. Καὶ νῦν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι, ὁ Θεός. (τρίς) Κύριε, ἐλέησον. (τρίς) 

    Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. καὶ ψάλλομεν μετὰ τῶν Στίχων  

    Ἦχος β´. 

  • 15

    Ὁ ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὥρᾳ τῷ Σταυρῷ προσηλώσας τὴν ἐν τῷ παραδείσῳ τολμηθεῖσαν τῷ Ἀδὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον διάῤῥηξον, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς. 

    Στίχ. Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου.  Ὁ ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὥρᾳ τῷ Σταυρῷ προσηλώσας τὴν ἐν τῷ παραδείσῳ τολμηθεῖσαν τῷ Ἀδὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον διάῤῥηξον, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς. 

    Στίχ. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου. Ὁ ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὥρᾳ τῷ Σταυρῷ προσηλώσας τὴν ἐν τῷ παραδείσῳ τολμηθεῖσαν τῷ Ἀδὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον διάῤῥηξον, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς. 

    Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν. Ὅτι οὐκ ἔχομεν παῤῥησίαν διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον, Θεοτόκε Παρθένε·  πολλὰ γὰρ ἰσχύει δέησις μητρὸς πρὸς εὐμένειαν Δεσπότου.  Μὴ παρίδῃς ἁμαρτωλῶν ἱκεσίας, ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστὶ καὶ σῴζειν δυνάμενος ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος. 

    Εἶτα, τὸ Τροπάριον τῆς Προφητείας, καὶ ἀναγινώσκεται ἡ Προφητεία·   

    Τροπάριον τῆς Προφητείας. Ἦχος δ´. 

    Οἶδας τὸ πλάσμα ἡμῶν, οἶδας τὴν ἀσθένειαν ἡμῶν Φιλάνθρωπε· ἡμάρτομεν, ἀλλ᾿ οὐκ ἀπέστη‐μέν σου ὁ Θεός, οὐδὲ διεπετάσαμεν χεῖρας ἡμῶν, πρὸς Θεὸν ἀλλότριον. Φεῖσαι ἡμῶν τῇ σῇ ἀγα‐θότητι, Εὔσπλαγχνε. 

    Δόξα. Καὶ νῦν. Τὸ αὐτό·  Οἶδας τὸ πλάσμα ἡμῶν, .. 

    Προκείμενον. Ἦχος δ´. Ψαλμὸς θ´. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Στίχ. Εὐφρανθήσομαι, καὶ ἀγαλλιάσομαι ἐν σοί.  

    Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (β´ 3‐11) 

    Τάδε λέγει Κύριος· Ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.  Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν, καὶ συγκόψουσι τὰς μαχαίρας αὑτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβήνας αὑτῶν εἰς δρέπανα·  Καὶ οὐ λήψεται ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μάθωσιν ἔτι πολεμεῖν.  Καὶ νῦν σύ, οἶκος τοῦ Ἰακώβ, δεῦτε, καὶ πορευθῶμεν ἐν τῷ φωτί Κυρίου·  Ἀνῆκε γὰρ τὸν λαὸν αὑτοῦ, τὸν οἶκον τοῦ Ἰακώβ, ὅτι ἐνεπλήσθη ἡ χώρα αὐτῶν, ὡς τὸ ἀπαρχῆς, κλυδωνισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων· καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγεννήθη αὐτοῖς. Ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν·  Καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν·  Καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν, οἷς ἐποίη‐σαν οἱ δάκτυλοι αὐτῶν.  Καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ, καὶ οὐ μὴ ἀνοίσω αὐτούς.  Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.  Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου, ὑψηλοί· ὁ δὲ ἄνθρωπος ταπεινός·  Καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 

    Προκείμενον. Ἦχος πλ. β´. Ψαλμὸς ι´. Δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν. 

  • 16

    Στίχ. Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχή μου, μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;  Αὖθις δὲ ὁ Ἀναγνώστης· Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα·  βοήθησον ἡμῖν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθη‐τι ταῖς ἁμαρτίαις